Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.195 Joseph. AJ 17.200 (English) >>Joseph. AJ 17.204

17.198περί τε τὴν κλίνην οἵ τε υἱεῖς καὶ τὸ πλῆθος ἦν τῶν συγγενῶν, ἐπὶ δὲ τούτοις τὸ στρατιωτικὸν κατὰ οἰκεῖα ἔθνη προσηγορίας διέκειντο αὐτοῖς νεμηθέντες, πρῶτοι μὲν οἱ δορυφόροι, μετὰ δὲ τὸ Θρᾴκιον, ἐπὶ δὲ τούτοις ὁπόσοι Γερμανῶν, καὶ τὸ Γαλατικὸν μετʼ αὐτούς, ἐν τῷ κόσμῳ πάντες τῷ πολεμιστηρίῳ. 17.199τούτων δὲ κατόπιν ἤδη πᾶς στρατὸς ὥσπερ ἐς πόλεμον ἐξοδεύοντες ὥσπερ ὑπὸ λοχαγῶν ἀγόμενοι καὶ τοῖς ταξιαρχοῦσιν αὐτῶν. τούτοις ἐπετετάχατο πεντακόσιοι τῶν οἰκετῶν ἀρωματοφόροι. ᾔεσαν δὲ ἐπὶ Ἡρωδίου στάδια ὀκτώ· τῇδε γὰρ αὐτῷ ἐγένοντο αἱ ταφαὶ κελεύσματι τῷ αὐτοῦ. Ἡρώδης μὲν δὴ τοῦτον ἐτελεύτα τὸν τρόπον. 17.200

Ἀρχέλαος δὲ ἐπὶ μὲν ἑβδόμην ἡμέραν πένθος τὸ ἐπὶ τῷ πατρὶ τιμῶν διετέλει· τόσας γὰρ διαγορεύει τὸ νόμιμον τοῦ πατρίου. ἑστιάσας δὲ τοὺς ὁμίλους καὶ καταλύσας τὸ πένθος ἄνεισιν εἰς τὸ ἱερόν. ἦσάν τε εὐφημίαι καὶ ἔπαινοι καθʼ οὕστινας ἴοι ἑκάστων τὰ πρὸς ἀλλήλους φιλοτιμουμένων εἰς τὸ δοκεῖν μείζοσι χρῆσθαι ταῖς εὐφημίαις. 17.201 δὲ ἐπὶ ὑψηλὸν βῆμα πεποιημένον ἀνελθὼν καὶ ἱδρυθεὶς εἰς θρόνον χρυσοῦν πεποιημένον ἀντεδεξιοῦτο τοὺς ὁμίλους χάρματι τῶν εὐφημιῶν τὴν εὔνοιαν αὐτῶν ἡδονῇ φέρων, χάριν τε ὡμολόγει, διότι μηδὲν αὐτῷ μνησικακοῖεν ἀνθʼ ὧν πατὴρ εἰς αὐτοὺς ὑβρίσειεν καὶ πειράσεσθαι μὴ ἐλλείψειν ἀμειβόμενον τὸ πρόθυμον αὐτῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.195 Joseph. AJ 17.200 (English) >>Joseph. AJ 17.204

Powered by PhiloLogic